Πέμπτη, 27 Δεκεμβρίου 2012

ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΓΕΝΝΑΔΙΟΥ ΤΟΥ ΚΡΗΤΟΣ (+1983)

Ψαλλομένη  τῇ 3η Μαρτίου

Ποίημα  Ἀντωνίου  Μάρκου (2010)

ΕΙΣ  ΤΟΝ  ΕΣΠΕΡΙΝΟΝ

          Εἰς  τό  «Κύριε  ἐκέκραξα»  ἱστῶμεν  στίχους  δ’ καί  ψάλλομεν  τά  ἑπόμενα  Στιχηρά  Προσόμοια.

Ἦχος β’. Ὅτε  ἐκ  τοῦ  ξύλου  Σέ  νεκρόν.
          τε, ἐκ  νεότητος  Θεῷ,* Ὅσιε, ζεούσῃ  καρδίᾳ*  κατηκολούθησας,* τότε κόσμου ἔλειπες τήν ματαιότητα* καί  δρομαῖος  ἐχώρησας* πρός  θείους  ἀγώνας,*  Ἄννης Θεομήτορος  ναΐσκον ὤκησας,* ἔνθα  τήν  καρδίαν  καθάρας,*  γέγονας  δοχεῖον  χαρίτων*  καί  τῶν  δωρεῶν, Γεννάδιε, τοῦ  Πνεύματος. (Δίς).

          κουμίων ἀκτή ἐρημική,* γέγονεν    σύ  κατοικία,* ἔνθα  ἠξίωσαι,* πᾶσαν  τοῦ  ἁλάστορος  βαλλεῖν  τήν  δύναμιν*  καί  δοχεῖον  τοῦ  Πνεύματος*  ἐγένου  καί  πάντων*  ἱερόν  παράδειγμα ἐδείχθης, Ἅγιε.* Ὅθεν Ὀρθοδόξων  τά  πλήθη* χαίροντα  κραυγάζουσι, Πάτερ,*  πρόφθασον  πρεσβείαις  σου, Γεννάδιε.

        νθεος  ἐδείχθης  μιμητής,* τῶν  σῶν  ἐξαιρέτων  προτύπων,* τοῦ Εὐμενίου  τε* Παρθενίου  τοῦ  Γέροντος,* τῶν Κουδουμᾶ  μοναστῶν·* ὧν  τήν  χάριν  ἐκέκτησο*  καί  τούτων  τήν  θέαν*  ἀπολαύεις σήμερον*  ἐν  οὐρανοῖς  παροικῶν.*  Ὅθεν σοῦ  δεόμεθα, Πάτερ,* τῆς  τοῦ  Παραδείσου  εὐκλείας*  τυχεῖν  ἡμᾶς εὐχαῖς  σου  καί  δεήσεσιν.

Δόξα. Ἦχος  α’.
          σκήσεως  πόνοις  ἐκγυμνασάμενος,* ἀληθῶς  ὅσιος  ἐγένου* καί  ποιμήν ἀληθής*  τοῦ εὐσεβοῦντος  λαοῦ·* ἐπιπνοίᾳ  δέ  τοῦ  Πνεύματος,* Γεννάδιε  μακάριε,* Ἀκουμίων  ἔρημου  ἐγένου  οἰκιστής,* ἔνθα  παρά  τῷ  τῆς  Ἅννης  τῆς  Θεομήτορος ἐξωκκλησίῳ*  ἐρημιτικῶς  ὥκησας.*  Πρός  Δεσπότην  τόν  Σωτῆρα  οὖν*  μή  παύεις  αἰτούμεθα*  τοῦ  πρεσβεύειν, Πάτερ,* ἵνα  ῥύσηται  ἡμᾶς  πάσης  θλίψεως.

Καί  νῦν.  Θεοτοκίον.

Εἴσοδος, (τό)  «Φῶς  ἱλαρόν», (τό)  Προκείμενον  τῆς  ἡμέρας  μετά  τῶν  στίχων  αὐτοῦ  καί  Ἀναγνώσματα  Ὁσιακά.

Προφητείας  Ἠσαΐου  τό  Ἀνάγνωσμα  (Ἠσ.  μγ’, 9 – 14).
            Τάδε  λέγει  Κύριος. Πάντα  τά  ἔθνη  συνήχθησαν  ἅμα  καί συναχθήσονται  ἄρχοντες  ἐξ  αὐτῶν. Τίς  ἀναγγελεῖ  ταῦτα  ἐν  αὐτοῖς; Ἤ  τά  ἐξ  ἀρχῆς  τίς  ἀκουστά  ποιήσει  ὑμῖν; Ἀγαγέτωσαν  τούς  μάρτυρας  αὐτῶν καί  δικαιωθήτωσαν  καί  εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ  μοι  μάρτυρες  καί  ἐγώ  μάρτυς  Κύριος    Θεός  καί    παῖς  ὅν  ἐξελεξάμην, ἵνα  γνῶτε  καί  πιστεύσητέ  μοι  καί  συνῆτε, ὅτι  ἐγώ  εἰμί. Ἔμπροσθέν  μου  οὐκ  ἐγένετο  ἄλλος  Θεός  καί  οὐκ ἔσται  πάρεξ  ἐμοῦ    σώζων. Ἐγώ  ἀνήγγειλα  καί  ἔσωσα. Ὠνείδισα  καί  οὐκ  ἦν  ἐν  ὑμῖν  ἀλλότριος. Ὑμεῖς  ἐμοί  μάρτυρες  καί  ἐγώ  μάρτυς  Κύριος    Θεός. Ὅτι  ἐξ  ἀρχῆς  ἐγώ  εἰμί  καί  οὐκ  ἔστιν    ἐκ  τῶν  χειρῶν  μου  ἐξαιρούμενος. Ποιήσω  καί  τίς  ἀποστρέψει  αὐτό; Οὕτω  λέγει  Κύριος    Θεός, ὁ  λυτρούμενος  ἡμᾶς, ὁ  Ἅγιος  Ἰσραήλ.

Σοφίας  Σολομῶντος  τό  Ἀνάγνωσμα (γ. 1 - 9).
          Δικαίων  ψυχαί  ἐν χειρί  Θεοῦ  καί  οὐ  μή  ἅψηται αὐτῶν  βάσανος. Ἔδοξαν  ἐν  ὀφθαλμοῖς  ἀφρόνων  τεθνᾶναι  καί  ἐλογίσθη  κάκωσις    ἔξοδος  αὐτῶν  καί    ἀφ’ ἡμῶν  πορεία  σύντριμμα. Οἱ  δέ  εἰσίν  ἐν  εἰρήνῃ. Καί  γάρ  ἐν  ὄψει  τῶν  ἀνθρώπων  ἐάν  κολασθῶσιν, ἡ  ἐλπίς  αὐτῶν  ἀθανασίας  πλήρης. Καί  ὀλίγα  παιδευθέντες, μεγάλα  εὐεργετηθήσονται. Ὅτι    Θεός  ἐπείρασεν  αὐτούς  καί  εὗρεν  αὐτούς  ἀξίους  ἑαυτοῦ. Ὡς  χρυσόν  ἐν  χωνευτηρίῳ  ἐδοκίμασεν  αὐτούς  καί  ὡς  ὁλοκάρπωμα  θυσίας  προσεδέξατο  αὐτούς. Καί  ἐν  καιρῶ ἐπισκοπῆς  αὐτῶν  ἀναλάμψουσι  καί  ὡς  σπινθῆρες  ἐν  καλάμῃ  διαδραμοῦνται. Κρινοῦσιν  ἔθνη  καί  κρατήσουσι  λαῶν  καί  βασιλεύσει  αὐτῶν  Κύριος  εἰς  τούς  αἰῶνας. Οἱ  πεποιθότες  ἐπ’ αὐτῶ συνήσουσιν  ἀλήθειαν  καί  οἱ  πιστοί  ἐν  ἀγάπῃ  προσμενοῦσιν  αὐτῶ, ὅτι  χάρις  καί  ἔλεος  ἐν  τοῖς  ὁσίοις  αὐτοῦ  καί  ἐπισκοπή  ἐν  τοῖς  ἐκλεκτοῖς  αὐτοῦ.

Σοφίας  Σολομῶντος  τό  Ἀνάγνωσμα (α’, 15 – στ’, 3).
       Δίκαιοι  εἰς  τόν  αἰῶνα  ζῶσι  καί  ἐν  Κυρίῳ    μισθός  αὐτῶν  καί    φροντίς  αὐτῶν  παρά  Ὑψίστῳ. Διά  τοῦτο  λήψονται  τό  βασίλειον  τῆς  εὐπρεπείας  καί  τό  διάδημα  τοῦ  κάλλους  ἐκ  χειρός  Κυρίου. Ὅτι  τῆ  δεξιᾶ  αὐτοῦ  σκεπάσει  αὐτούς  καί  τῶ  βραχίονι  ὑπερασπιεῖ  αὐτῶν. Λήψεται  πανοπλίαν  τόν  ζῆλον  αὐτοῦ  καί  ὁπλοποιήσει  τήν  κτίσιν  εἰς  ἄμυναν  ἐχθρῶν. Ἐνδύσεται  θώρακα  δικαιοσύνην  καί  περιθήσεται  κόρυθα  κρίσιν  ἀνυπόκριτον. Λήψεται  ἀσπίδα  ἀκαταμάχητον  ὁσιότητα, ὀξυνεῖ  δέ  ἀπότομον  ὀργήν  εἰς  ρομφαίαν. Συνεκπολεμήσει  αὐτῶ    κόσμος  ἐπί  τούς  παράφρονας. Πορεύσονται  εὔστοχοι  βολίδες  ἀστραπῶν  καί  ὡς  ἀπό  εὐκύκλου  τόξου  τῶν  νεφῶν, ἐπί  σκοπόν  ἁλοῦνται  καί  ἐκ  πετροβόλου  θυμοῦ  πλήρεις  ριφήσονται  χάλαζαι. Ἀγα-νακτήσει  κατ’ αὐτῶν  ὕδωρ  θαλάσσης, ποταμοί  δέ  συγκλήσουσιν  ἀποτόμως, ἀντιστήσεται  αὐτοῖς  πνεῦμα  δυνάμεως  καί  ὡς  λαίλαψ  ἐκλιμήσει  αὐτούς  καί  ἐρημώσει πᾶσαν  τήν  γῆν  ἀνομία  καί    κακοπραγία  περιτρέψει  θρόνους  δυναστῶν. Ἀκούσατε  οὗν  Βασιλεῖς  καί  σύνετε, μάθετε  δικασταί  περάτων  γῆς, ἐνωτίσασθαι  οἱ  κρατοῦντες  πλήθους  καί  οἱ  γεγαυρωμένοι  ἐπί  ὄχλοις  ἐθνῶν. Ὅτι  ἐδόθη  παρά  Κυρίου    κράτησις  ὑμῖν  καί    δυναστεία  παρά  Ὑψίστου.

Εἰς  τήν  Λιτήν  τά  παρόντα  Ἰδιόμελα

Ἦχος  α’.
          Εὐφραίνου  ἐν  Κυρίῳ*  Κρήτη  ἡρωοτόκε,* ὡς  μήτηρ  καλλίγονος* ἐπί  τῷ  τέκνῳ  σου  Γενναδίῳ  εὐφραινομένῃ.*  Ἐκ  σοῦ  γάρ  ἐβλάστησεν*    εἰς  ἔπαινον  προκείμενος,* Γεννάδιος    τῶν  Ἀκουμίων  ἀσκητής.* Οὗτος  γάρ  Ἄννης  τῆς  Θεομήτο-ρος*  τό  ναΐσκῳ  οἰκήσας,* τῇ  ἀσκήσει  τῶν μοναστῶν*  τόν  χορόν  ἐκόσμησεν,*  τοῖς  ἔργοις  τῆς  ἀσκήσεως.* Αὐτοῦ  οὖν  τήν  μνήμην  ἑορτάζοντες,* εὐφροσύνως  πρός  Κύριον*  τόν  Θεόν βοῶμεν.* Τοῖς  Ἁγίοις  τοῖς  ἐν  τῇ  γῇ  ἐθαυμάστωσας  Χριστέ,* ὧν  τάς  ἱκεσίας  δέχου, Πολυέλεε.

Ἦχος  β’.
        ν  τοῖς  Ἁγίοις  αὐτῆς  καυχᾶται*  Κρήτη    ἔνδοξος,* ἡ  Τίτου  τοῦ  Ἀποστόλου* Ἐκκλησία καί  κλῆρος.* Ἐν  τοῖς  ἐσχάτοις  δέ  καιροῖς*  καυχᾶται  ἐπί  Γενναδίῳ*  τόν τῶν  Ἀκουμίων    ἀσκητήν,* ὅς  Παρθενίου  καί  Εὐμενίου*  ἔτυχεν  μαθητής,* τῶν  τῆς  Κουδουμᾶ  Μονῆς  κτιτόρων.* Αὐτοῖς  οὖν  βοήσωμεν  πιστοί·* Κύριον  τόν  Θεόν  Πατέρες  ἱκετεύσατε,* ἵνα  ἀπαλλάττῃ  πειρασμῶν  καί  κινδύνων* τούς πίστει  τελοῦντας*  ὑμῶν  τά  μνημόσυνα.

Ἦχος γ’.
        Παρθένιος  μέν  ἐν  Κουδουμᾶ,*  μέγας  τῶν  μοναστῶν  διδάσκαλος  ἐφάνη.* Γεννάδιος  δέ  ἐν  Ἀκουμίοις,* τούτῳ  ἀκολουθῶν*  καί  τήν  ψυχήν  τρωθείς  θείῳ  ἔρωτι,* βιαστής  ἐφάνη  τοῦ  λαβεῖν  Παράδεισον.* Διό  μόνος  μόνῳ  τῷ  Θεῷ  ἐνατενίζων,* ἐρημίας  οἰκιστής  ἐγένετο.* Ὅτε  δέ   κόσμος αὐτός  ἐγνώρισεν*    καί  πάλιν  ἐρημίας  ἐραστής  παρέμεινεν.*  Ὡς  Παρθενίου  ἔνθεν  ὁμότροπον*  καί  Εὐμενίου  ὁμόζηλον,* τιμήσωμεν αὐτόν  οἱ  πιστοί,* αἰτούμενοι  τήν  αὐτοῦ  πρεσβείαν,* εἰς  τό  τυχεῖν  ἀφέσεως.

Δόξα.  Ἦχος  πλ. β’.
        σκητικῆς  ἐραστής*  γενόμενος  πολιτείας,* ἀσκητικῶν  ἀγώνων*  τῷ  σταδίῳ  διέπρεψας,* διά  νηστείας  τε  καί  ἀγρυπνίας*  καί  προσευχῆς  ἀδιαλείπτου*  καί  παννυχίου  στάσεως·* δι’ ὧν  τά  πάθη  ἐνέκρωσας*  καί  δοχεῖον  τοῦ  Πνεύματος  ἐγένου.* Ὅθεν, μακάριε  Γεννάδιε,* σύν  πᾶσι  τοῖς  ἐν  Κρήτῃ  διαλάμψασι  Ἁγίοις,* τόν  Κύριον  ἱκετεύσατε,* λαβεῖν  εὐχαῖς  ὑμῶν  καί  πρεσβείαις,* παρ’ Αὐτοῦ  τό  μέγα  ἔλεος.

Καί  νῦν. Θεοτοκίον.

Εἰς  τά  Ἀπόστιχα  τά  ἀκόλουθα  Στιχηρά  Προσόμοια.
Ἦχος  β’. Οἶκος  τοῦ  Εὐφραθᾶ.
        λος  πυρποληθείς,* Χριστοῦ  ἔρωτι  θείῳ,* Γεννάδιε, δοξάζεις,* θαύμασι  καί  σημείοις,* Αὐτοῦ  τό  θεῖον  ὄνομα.

          τῆς  ὑπερφυοῦς*  ἀνδρείας  σου, ἐν  μέσῳ*  ἐρημίας  γάρ  κατώκεις,* ὡς  ἄσαρκος τῷ  ψύχει*  δεινῶς  δοκιμαζόμενος.

        Κέκτηται  τό  σεπτόν*  ναΐδριον τῆς  Ξένης,*   Λείψανα  Γενναδίου,* προχέοντα  ἰάσεις,* παύοντα  ἅπαν  νόσημα.

Δόξα. Τριαδικόν.
        Θαύμασι  φανεροῖς,* Γεννάδιε,  καί  σημείοις,* Τριάδος  τῆς  Ἁγίας,* Πατρός  τε  Παρακλήτου*  καί  Υἱοῦ  τήν  θείαν  δύναμιν.

Καί  νῦν. Θεοτοκίον.
        Οὐκ  ἔπαυεν, Σεμνή,* Γεννάδιος  Σήν  δόξαν*  κηρύττειν  καί  θαυμάζειν,* διό  Σῆ  μεσιτείᾳ*  τοῦ  Παραδείσου  ἔτυχεν.

«Νῦν  ἀπολύεις», Τρισάγιον  καί  τό  Ἀπολυτίκιον.
Ἦχος α’. Τοῦ  λίθου  σφραγισθέντος.
          Τόν  τῆς  Κρήτης  προστάτην  καί  Ὀρθοδόξων  τό  καύχημα,* μοναζόντων  τό  κλέος,* ἀσκητῶν  τό  θησαύρισμα,* Γεννάδιον  τό  θεῖον  οἱ  πιστοί* τιμῶμεν  κατά  χρέος, τῶν  αὐτοῦ*  χαρίτων  οἱ  πλουτοῦντες  καί  δωρεῶν*  κραυγάζοντες  πρός  Κύριον.*  Δόξᾳ  τῷ  Σέ  δοξάσαντι  αὐτόν,* δόξᾳ  Σέ  τόν  αὐτόν  θαυμαστώσαντα,* δόξᾳ  Σοι  τῷ  δωρησαμένῳ  ἡμῖν*  νέον  πρέσβυν  ἀκοίμητον.

Καί  Ἀπόλυσις.
ΕΙΣ  ΤΟΝ  ΟΡΘΡΟΝ
Μετά  τήν  α’ Στιχολογίαν  Καθίσματα. Ἦχος α’. Τόν  τάφον  Σου  Σωτήρ.
        στήρ  ὡς  φαεινός * ἐκ  τῆς  Κρήτης  ἐκλάμψας,* φωτί  τῶν  ἀρετῶν,* θαύμασι  καί  σημείοις,* φωτίζεις  τήν  ὑφήλιον*  καί  ἐξαιρέτως  Ἑλλάδαν τε,* πάντας  καλούμενος  ἐπί  τῇ  θείᾳ  σου  μνήμῃ*  εἰς  πανήγυριν,* Γεννάδιε  θεοφόρε,* ἡμᾶς  τούς  τιμῶντας  σε.  
Δόξα.  Τό  αὐτό.
Καί  νῦν. Θεοτοκίον.
        γνή    τόν  Θεόν  ἡμῶν  τεκοῦσα, τό  κλέος* πάντων  τῶν  εὐσεβῶν,* ἡ  χαρά  καί    δόξα,* μή  παύῃς  δεόμεθα*  ἱκετεύειν  Ὅν  ἔτεκες,* ἵνα  ρύσηται ἡμᾶς  παθῶν  ψυχοφθόρων*  καί  δωρήσηται*  ζωῆς  ἀλήκτου  τόν τόπον,* πρεσβείαις  Σου, Πάνσεμνε.
Μετά  τήν  β’ Στιχολογίαν  Καθίσματα. Ἦχος  δ’. Ὁ  ὑψωθείς  ἐν  τῷ  σταυρῷ.
        ν  Κουδουμᾷ  τῶν  μοναστῶν    ἐξέχων*  καί  τῆς  Κρήτης  εὐκλεέστατος  γόνος,*  παρά  Χριστοῦ  πολλήν  τήν  χάριν  ἔλαβεν,* Ὁσίων  ἐγκαλλώπισμα,* ὑπόδειγμα  μοναστῶν  τε* ἀναδέδεικται.* Πάντας  οὖν  νῦν  προσκαλεῖται* μνήμην  τελέσαι  τήν  αὐτοῦ, οὗ  ταῖς  λιταῖς*  σκέπε  καί  σῶζαι  τούς  ὑμνούντας  Σε, Κύριε. 
Δόξα. Τό  αὐτό.
Καί  νῦν. Θεοτοκίον.
          Χαῖρε  Σεμνή, Ἀειπάρθενε  Κόρη,* δαιμόνων  φρύαγμα, ἀνθρώπων  θεῖος  λιμήν  τε,* οἱ  τοῦ  Χριστοῦ  ἐνθέως  ἀνυμνοῦμεν Σε.* Σπεῦσον, Μήτερ, πρόφθασον,* τῇ  μεσιτείᾳ  Σου  σῶσον,* τούς  προστρέχοντας*  τῇ  παναχράντῳ  Σου  σκέπῃ,* ἀπό  κινδύνων  ῥῦσαι  χαλεπῶν* τούς  Σέ  τιμῶντας, Παρθένε  ἀκήρατε.
            Κανών, οὗ    ἀκροστιχίς τῶν  μέν  Τροπαρίων «ΑΝΤΩΝΙΟΣ  ΓΕΝΝΑΔΙΩ ΥΜΝΟΝ ΑΔΕΙ», (μετά  τῆς  ἐπωδοῦ «Ὅσιε  τοῦ  Θεοῦ πρέσβευε  ὑπέρ  ἡμῶν»),  τῶν  δέ  Θεοτοκίων «ΘΕΟΤΟΚΟΣ».
Ὠδή  α’. Ἦχος  πλ. δ’. Ὑγράν  διοδεύσας.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          ρχήν  νῦν  ποιούμενος  ἀνυμνεῖν,* Γενναδίου  ἀγῶνας,* ἐνθέως  τοῦτον  παρακαλῶ·* διάρρηξον  πταισμάτων  μου  τόν  ὄγκον,* ταῖς  πρός  τόν  Κτίστην, Πάτερ, πρεσβείαις  σου.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
        Νομίμως  ἀσκήσας  ἐπί  τῆς  γῆς,* ἀξίως  τήν  χάριν*  ἔλαβες, Πάτερ, θαυματουργεῖν.* Ταύτην οὖν  χρώμενος  νῦν  παῦσον* τόν  τῆς  ψυχῆς  μου  πολυκύμαντον  τάραχον.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          Τρωθείς  θείῳ  ἔρωτι, τοῦ  φθαρτοῦ* ἐμάκρυνας  κόσμου,* Κουδουμᾶ  γενόμενος  πολιστής*  καί  Ἄννης  Θεομήτορος  τῆς  κέλλης,* ἐν    ἀσκητικῶς  Βελίαρ  ἤσχυνας.
Θεοτοκίον. Ὑπεραγία  Θεοτόκε, σῶσον  ἡμᾶς.
          Θεοτόκε  Παρθένε, ὁ  Ποιητής*  ἐν  τῇ  Σῇ  κοιλίᾳ*  κατεκένωσεν  Ἑαυτόν,* ὁ  πατρικούς  κόλπους  μή  κενώσας,* σῶσαι  θελήσας  ὡς  Θεός  τό  ἀνθρώπινον.
Ὠδή  γ’.  Οὐρανίας  ἀψίδος.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          φθης  ἅγιον  στόμα,* πηγάζων  ρήματα  ἅγια,* δι’ ὧν  τάς  ψυχάς  τῶν  προσιόντων,* Πάτερ, κατήρδευσας.* Οὗτω  γενόμενος*  σφραγίς  κλεινή  τοῦ  εἰπόντος,* «ἐκ  τοῖς  κοιλίας σου  ρεύσονται  ὕδατα».
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          Νίκην  ἔσχες  Βελίαρ*  κατατροπώσας  τήν  δύναμιν,* ἐν τῇ  ἐρημίᾳ  Ἀκουμίων ἀγωνιζόμενος,* διό  καί ἔλαβες*  παρά  Κυρίου  τήν  χάριν*  τοῦ  θεραπεύειν  νόσους, Γεννάδιε.* Ὅθεν  τῇ  πρεσβείᾳ  σου  προστρέχομεν.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
        κετεύομεν, Πάτερ,* ἡμῶν  τά  πάθη  καί  τραύματα,* σπεῦσον  σαῖς  ἁγίαις  πρεσβείαις,* ταχέως  ἴασαι.* Ἵνα  εὐφημοῦμεν  σε,* ὡς  μοναζόντων  τό  κλέος,* Κρήτης  ὧν  τό  καύχημα,* θεῖε  Γεννάδιε.
Θεοτοκίον. Ὑπεραγία  Θεοτόκε, σῶσον  ἡμᾶς.
          Εὐσπλάχνως, Παρθένε,* ἡ  τόν  Κύριον  τέξασα,* σπεῦσον  καί  λύτρωσαι  παντοίων*  ἡμᾶς  κινδύνων  καί  θλίψεων.* Σύν  Σοί   δέ  φέρομεν,* πρός  Κύριον  πρεσβείαν,* Γεννάδιον  τόν  ἔνδοξον,* Κρήτης  τό  καύχημα.
Ὠδή  δ’. Εἰσακήκοα  Κύριε.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          ν  ἐπόθησας, Ὅσιε,* σάρκα  δι’ Ὅν  ἔτηξας  νῦν  τεθέασαι*  Παραδείσῳ  αὐλιζόμενος,* διό  σέ  καί  ἀπαύστως  μακαρίζομεν. 
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          Σάρκαν, Πάτερ,  δουλώσας*  ἐν  τοῖς ἐρήμοις  ἤσκησας,* ὅπου ἀγωνιζόμενος,* τοῦ  λαοῦ  ἐδείχθης  ποιμήν  τε  καί  διδάσκαλος.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          Γεννάδιος  ἐδείχθη*  ἀστήρ  καί  στύλος  ἀκλόνητος,* ὅθεν  τοῖς  πᾶσι  προσφέρει*  αὐτοῦ  τό   ἅγιον  καί  θεοφιλές  παράδειγμα.
Θεοτοκίον. Ὑπεραγία  Θεοτόκε, σῶσον  ἡμᾶς.
          Θεοτόκε  Μαρία,* Ἐκκλησίας    σκέπη  καί ἔφορος,* σπεῦσον  τά  Σά τέκνα  ἐπισκέψαι*  τά  ὑπό  τοῦ  Βελίαρ  κακουχούμενα.
Ὠδή  ε’. Φώτισον  ἡμᾶς.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
        Εὗρες  τήν  χαράν,* ὡς  τάς  πλεκτάνας  τοῦ  Βελίαρ  συντρίψας,* διό Γεννάδιε  Πάτερ,  ἀεί σκέπεις*  καί  ἰᾶσαι τούς  τῷ  σῷ  τάφῳ*  ἐν  πίστει  προστρέχοντας.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          Νίκην  καί  ἡμεῖς*  τύχοιμεν, Γεννάδιε,  θερμῶς  δεήθητι* Κυρίου  τοῦ  Παντάνακτος  Θεοῦ,* ἧν  αὐτός ὡς βραβεῖον*  τῶν σῶν  ἀγώνων  ἔλαβες.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          Νέος  ἀριστεύς* τοῦ  Βελίαρ  τροπωσάμενος* τάς  πλεκτάνας, ὦ  Γεννάδιε, δειχθείς,* ἐν  οὐρανίοις  θαλάμοις*  νῦν  ἐν  δόξῃ ἀγάλλασαι.
Θεοτοκίον. Ὑπεραγία  Θεοτόκε, σῶσον  ἡμᾶς.
        Τιμῶντες  Σε, Ἁγνή,* Ὀρθοδόξων  τά  συστήματα*  καί  ὑμνοῦντες  οὐ  παυόμεθα,*  ταῖς  Σαῖς πρεσβείαις  θαρροῦντες,* Παντάνασσα.
Ὠδή  στ’. Τήν   δέησιν  ἐκχεῶ.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          νήρ  ἐπιθυμιῶν,* νέος ὑπῆλθες  τῷ  σώματι,* τῷ  ζυγῷ  τῷ  χριστῷ τοῦ Κυρίου,* ἀπορραγεῖς  τῶν τοῦ κόσμου  ματαίων*  καί  τοῖς  δρυμοῖς  φυγαδεύων  ἐμάκρυνας*  καί  μόνος  μόνῳ  τῷ  Θεῷ* νοερῶς  ἦσθα  συνών  καί  ἡδόμενος.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
        Δεόμεθά  σου* οἱ  ἐν  κινδύνοις  καί  θλίψεσι,* τῶν  δεινῶν  ἡμᾶς  ἐκλύτρωσον  πάντας,* σέ  λυτρωτήν  γάρ  ἐπιγραφόμεθα, ὅτι παρά  Θεοῦ  ἠλεήθης, Γεννάδιε,* καί  σπεύδεις, Πάτερ,   ἐν  ταχεῖ* τοῦ  θεραπεύσαι  ἡμῶν  τά  νοσήματα.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          κέτευε  ἐκτενῶς, Γεννάδιε,* τόν  Θεόν  ὑπέρ  σῆς  γλυκυτάτης,* ἁγιοτόκου, Θεοφόρε, πατρίδος* Κρήτης,  ἦν  σκέπε  ἀεί  περιφρούρησον*  καί  λύτρωσαι  ἐκ  παντοίων  πειρασμῶν*  τούς  ἐν  αὐτῷ  τῇ  Πίστει  ἐμμένοντας.
Θεοτοκίον. Ὑπεραγία  Θεοτόκε, σῶσον  ἡμᾶς.
        λον  με, νυσταγμῷ ραθυμίας*  βεβαρημένον, θερμῇ  Σου  ἱκεσίᾳ*  ἔγειρον  καί  μή  δώῃς  ὑπνῶσαι* Σόν  δοῦλον, Μήτερ  Ἁγία, εἰς  θάνατον.*  Προστάτην  γάρ  καί  ὁδηγόν* ἐμῆς  ζωῆς  Σέ  ἐπιγράφομαι.
Κοντάκιον.  Ἦχος  β’. Τά  ἄνω  ζητῶν.
        ς  Μάρτυρα  Χριστοῦ*  τῇ  συνειδήσει  δοξάζομεν,* αἰτούμενοι  εὐλαβῶς*  τήν  σήν  γενναίαν  ἀντίληψιν,* Γεννάδιε  σοφέ,* ἥν  παράσχου  ἡμῖν  ἅπασιν,* τοῖς  τιμῶσιν  εὐλαβῶς*  τήν  σήν  μνήμην, Ὁσιώτατε.* Διό  ῥῦσαι  ἡμᾶς  κινδύνων  χαλεπῶν* καί  τοῦ  πυρός  τοῦ  αἰωνίου  πρεσβείαις  σου.
  Οἶκος
          στήρ  ἀνεφάνης  τῆς  Κρήτης, Θεόφρον, ἐν  Ἀκουμίοις  ἀγωνισάμενος. Ἐκεῖθεν  δέ  ἀνατείλας  τῷ  κόσμῳ  αὐγάζεις  καί  πάντας  λυτροῦσαι, ὅθεν  τιμῶμεν  σε  ἄδοντες  τοιαῦτα.
          Χαῖρε, Πάτερ, ὁ  Βελίαρ  τῷ  σῷ  ἀγῶνι  πατάξας,
          Χαῖρε, Μάκαρ, ὁ  ἀρετήν  καί  ἁγνοίαν  διδάξας.
          Χαῖρε, ἄνθος  ὡραιότατον  Κρήτης  τῆς  εὐάνδρου,
          Χαῖρε, ἀγλάϊσμα  τερπνότατον  πατρίδος  ἁγιοτόκου.
          Χαῖρε,    τῆς  Ἀκουμίων  ἐρημίας    γλυκύς  ἐρωδιός,
          Χαῖρε, ὁ  κόσμου  προστάτης, οὐρανοδρόμος  τε  ὁδηγός.
          Χαῖρε, κρῖνον  τό  ἐν  ἐρημίᾳ  παραδόξως  ἀκμάσαν,
          Χαῖρε, ὁ  εὐφραῖνον  τῇ  σῇ  δόξῃ  τήν  οἰκουμένην  πᾶσαν,
Χαίροις  Πάτερ  Γεννάδιε.
Συναξάριον.
          Τῇ  3η  τοῦ  αὐτοῦ  μηνός  μνήμη  τοῦ  Ὁσίου  Πατρός  ἡμῶν  Γενναδίου  τοῦ  Κρητός.
Στίχοι.
Γεννάδιος  Παρθενίου  ζηλωτής  ἐφάνη,
οὗ  ἐζήλωσε  τόν  ἰσάγγελον  βίον.
Τρίτῃ  οὐρανός  ἐδέξατο  ψυχήν  Γενναδίου.
Ὠδή  ζ’. Παῖδες  Ἑβραίων.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          ραία  πρός  Θεόν ἡ  σή  καλή  ἐφάνη*  βιοτή, Γεννάδιε,  τῆς  Κρήτης*  γόνε  λαμπρέ  καί  καύχημα  καί  κλέος·* διό  Ὀρθοδόξων σύστημα*  τιμᾷ  σε  καί  γεραίρει.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          μῶν  τῶν νόσων  καί  κινδύνων  ἰατρός  ἐδόθης,* Γεννάδιε τῆς  Κρήτης,* διό  τῶν  ψυχῶν  ἡμῶν  τά  πάθη θεραπεύεις* καί  τῶν σωμάτων, Ἅγιε,*  ὅθεν  σέ  καί  τιμῶμεν.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          Μέγιστα  Γεννάδιε  ἐργάζῃ*  καί  μετά  θάνατον, Μάκαρ,* διά  τῶν  σῶν  Λειψάνων·*  θαυμάτων  γάρ  πηγή  δεικνύμενος,* ἀσθενούντων  ἰατρός    τάχιστος,* ὁ  ἄμισθός  τε  μένων.
Θεοτοκίον. Ὑπεραγία  Θεοτόκε, σῶσον  ἡμᾶς.
          Κυρία  Θεοτόκε  Παρθένε,* μή  παύσῃ  ἐπαίρουσα  τάς  χείρας,* πρός  τόν  Σόν  Υἱόν, Θεόν  καί  Βασιλέα,* τῇ κραταιᾷ δυνάμει  Σου,* ἐξελοῦ  τους Σούς  οἰκέτας.
Ὠδή η’. Τόν  Βασιλέα.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
        Ναός  καί  τάφος*  τοῦ  θείου  Γενναδίου,* ἰατρεῖον  πρόκεινται  τοῖς  πᾶσι,* διό καί  εὐσεβούντων*  δέχεται  τάς  δεήσεις.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          σοι  ἐν  πίστει*  εἰλικρινεῖ  προσιοῦσι,* τῇ  θήκῃ   τῶν  σεπτῶν σου Λειψάνων,* ψυχῶν  τε  καί  σωμάτων*  λαμβάνουσι  τήν  ῥώσιν.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          Νέων  Ἁγίων*  τῷ  χορῷ, Πάτερ, κατετάγης* ἀγῶσι  ἱεροῖς  καί  βίῳ  τῷ  μονήρει,* διό  ἡμῶν  προστάτης*  καί  βοηθός  νῦν  πέλεις.
Θεοτοκίον. Ὑπεραγία  Θεοτόκε, σῶσον  ἡμᾶς.
        μμάτων  σκότος,* ψυχῆς  ἀορασίαν,* φωταγώγησον  Σύ,* φωτός  ἀκτίστου  Μήτηρ,* τῶν  δεομένων*  τυχεῖν  τοῦ  Σοῦ  ἐλέους.
Ὠδή  θ’. Κυρίως  Θεοτόκον.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          πάσης  τῆς  Ἑλλάδος*  καί  Κρήτης, Πάτερ, πέλεις*  θερμός  προστάτης  καί  μεσίτης  πρός  Κύριον,*  διό  καί  σοῦ  δεόμεθα  θερμῶς,* μή  παύῃς  Τοῦτῳ  εὐχαῖς  κατακάμπτοντα.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          Δεκάδες  τά  σά  τέκνα,* ἐν  Κρήτῃ, Πάτερ  θεῖε,* σόν  θεῖον δρόμον  ἐνθέως ἐβάδισαν,* διό  καί  ἔλαβον μισθούς*  ἀγώνων  παρά Κυρίου  καί  στέφη  οὐράνια.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
          Εὐχαῖς  σου  τάς  σειράς  μου*  τῶν  πταισμάτων  λῦσον* καί  τό  χειρόγραφον, Πάτερ, διάρρηξον* τῆς  ἁμαρτίας, τοῦ  τήν  σήν* ἁγίαν  μνήμην  τοῖς  πᾶσι  κηρύττοντος.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
        δε  μου  τήν  πτωχείαν* τοῦ  ταῦτα  στιχουργοῦντος*  καί  σαῖς  πρεσβείαις  πρός  Κύριον, Ὅσιε,* πλούτισον  τήν  ἐμήν  ψυχήν,*  τῶν  δωρεῶν  καί  χαρίτων  τοῦ  Πνεύματος.
 
Θεοτοκίον. Ὑπεραγία  Θεοτόκε, σῶσον  ἡμᾶς.
          Σωτῆραν    τεκούσα,* Παρθένε  Θεοτόκε,* σύν  Γενναδίῳ  Κυρίῳ  πρεσβεύσατε,* ἵνα  δωρήση  πᾶσιν  ὡς  Θεός,* ἁμαρτημάτων  τήν λύσιν  καί  ἄφεσιν.
Ἐξαποστειλάριον.  Γυναίκες  ἀκουτίσθητε.
        σίας  Ξένης  χαίρεται*  τό  θεῖον  παρεκκλήσιον,* ὅτι  κατέχει, Πάτερ,* τῶν  σῶν  Λειψάνων  τήν  θήκην,* πρός  ἥν  πιστοί  προστρέχομεν*  τήν  λύσιν  ἐξαιτούμενοι* δεινῶν  ἡμᾶς  τυρρανούντων*  καί  πειρασμῶν  καί  κινδύνων.* Διό  καί  σοῦ  δεόμεθα, Πάτερ  πρόφθασον.
Εἰς  τούς  Αἴνους  Στιχηρά  Ἰδιόμελα.
Ἦχος  α’. Τῶν  οὐρανίων  ταγμάτων.
        Τοῦ  Παρακλήτου  τήν  χάριν*  λαβών  Γεννάδιε,* ἀσκήσεσι  καθεῖλες*   τόν  ἀρχέκακον  ὄφιν,*  πολιστής  τε  ἐγένου  ἐρημικῶν* τόπων, Πατέρων  μακάριε.* Διό  τήν  μνήμην  σου  ἄσμασιν  καί  ὠδαῖς* ἀναμέλποντες  τιμῶμεν  σου.
          Χαίρει  ἐν  σοί  γῆ  τῆς  Κρήτης,* ἡ  σέ  βλαστήσασα*  καί  Ἀκούμια  χαρμοσύνως*  τούς  σούς  ἀγώνας  κηρύττουν*  καί  πᾶσα  Ἐκκλησία    τοῦ  Χριστοῦ*  μακαρίζει  σε, Ὅσιε,* ὡς  Παρθενίου  σοῦ  Γέροντος  μιμητήν,* οὗ  τόν  δρόμον  ἠκολούθησας.
          Ξένης  Ὁσίας  χορεύει*  τέμενος, Ὅσιε,*  ὅτι  ἐκεῖσε    θήκη*  τῶν  σῶν  Λειψάνων  ὑπάρχει,*  πρός  ἧν  τῶν  θλιβομένων  σπεύδει  χορός,*  τοῦ  λαβεῖν πᾶσαν  ἄνεσιν.* Τούτων  ὑπάρχεις  γάρ  δόξα  καί    χαρά*  καί  πρός  Κύριον  πρέσβυς  θερμότατος.
          Περατωθέντος  τοῦ  ὕμνου*  ὅν  σύ  προσέφερον,*  σοῦ  δέομαι  ἐκ  κινδύνων*  τήν  ζωήν  μου  φυλάττειν,* ψυχήν  μου  τήν  ἀθλίαν  καί  τῆς  ζωῆς* τῆς  ἀγείρω  πρεσβείαις  σου* τυχεῖν  τῆς  οὐρανίου,  ἔνθα  χορός*  Ἁγίων  Πάντων ἀγάλλεται,* ἐν    καί  συγχορεύεις  μετά  χαρᾶς,* Πατήρ  ἡμῶν Γεννάδιε.
Δόξα. Ἦχος  πλ. α’.
          κ  τῆς  Κρήτης  ὡς  ἄνθος  εὐῶδες,* τῇ  Ἐκκλησίᾳ  προσεφέρθης,* Γεννάδιε  μακάριε.* Τῆς  τε  ἀλήκτου  ζωῆς*  τόν  στέφανον  δεξάμενος,* ὡς  βραβεῖον  τῶν  ἀγώνων  σου,* νῦν  ἐν  οὐρανίοις  θαλάμοις*  μετά  τῶν  σῶν  πατέρων*  συναγάλλει, ἀξιάγαστε.*  Μετά  Παρθενίου  τοῦ  πάνυ*  καί  Εὐμενίου  τῶν  αὐταδέλφων,* τῶν  τοῦ  Κουδουμᾶ  οἰκιστῶν  καί  κτιτό-ρων.* Διό  χαριστήριον  ὠδήν  σοί  ἄδοντες,* ἐν  κατανύξει  βοῶμεν.* Μή  ἐπιλάθη, Ἅγιε, καί  ἡμῶν*  ταῖς  πρός  Κύριον  πρεσβείαις  σου.
Καί  νῦν. Θεοτοκίον.
 Δοξολογία  Μεγάλη.
Εἰς  τήν  Λειτουργίαν.
          Τά  Τυπικά, οἱ  Μακαρισμοί  καί  ἐκ  τοῦ  Κανόνος    γ’ καί  στ΄ ὠδή. Ἀπόστολος, Εὐαγγέλιον  καί  Κοινωνικόν  Ὁσιακά.
Μεγαλυνάριον
          Ταύτην  σοῦ  τήν  μάνδραν  τήν  ἱεράν,*  ἔνθα  σέ  τιμῶμεν,* σκέπει  καί  φρούρει, Πάτερ, ἀεί,* Γεννάδιε  μάκαρ,* τῆς  Κρήτης    προστάτης,* ἁπάσης  τῆς  Ἑλλάδος    θεῖος  πρόμαχος.
Στίχοι.
τεχνον  ὕμνον  Γεννάδιε  δέχου,
ὅν  εὐλαβῶς  ἐκ  πόθου  καί  ἀγάπης  σοί  προσφέρω·
ἀντίδωρον  δέ  μέγα  ἀντί  κόπου  παράσχου,
τήν  τέχνην  μαθεῖν  τῆς  μετανοίας, Πάτερ.